Add parallel Print Page Options

Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον [a]καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ [b]ἐγένετο στίλβοντα λευκὰ [c]λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται [d]οὕτως λευκᾶναι. καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν [e]τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί [f]ἀποκριθῇ, [g]ἔκφοβοι γὰρ ἐγένοντο. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ [h]ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [i]ἀκούετε αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:2 καὶ WH Treg RP ] + τὸν NIV
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 ἐγένετο WH NIV ] ἐγένοντο Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 λίαν WH Treg NIV ] + ὡς χιών RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 οὕτως WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:5 τρεῖς σκηνάς WH Treg NIV ] σκηνὰς τρεῖς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἀποκριθῇ WH Treg NIV ] λαλήσει RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NIV ] ἦσαν γὰρ ἔκφοβοι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἐγένετο WH NIV ] ἦλθεν Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP